Ancient Greek
Section 1
Lesbonax (Rhetorician), Προτρεπτικὸς Β̄ 1
Not analysed yet
Καὶ τὰ ἱερὰ καλὰ καὶ τὰ ὑμέτερα παρεϲκεύαϲται· ἀλλ’ ἄνδραϲ χρὴ εἶναι ἀγαθούϲ· εἰκὸϲ δὲ ὑμᾶϲ περὶ τῆϲ ὑμετέραϲ αὐτῶν πατρίδοϲ μέλλονταϲ ἀγωνιεῖϲθαι καὶ ὄνταϲ πατέρων ἀγαθῶν τοιούτουϲ ἔϲεϲθαι. ἢ ἄλλο τι παραϲκευάϲατε κάλλιον ϲημεῖον. ὥϲτε οὐ δεῖ ὑπεριδεῖν οὔτε λόγου οὔτε ἔργου οὐδενὸϲ οὐδὲ †μὴ τοῖϲ ἑτοίμοιϲ παρακελεύεϲθαι.