Ancient Greek · ~2 min
Section 2
Lesbonax (Rhetorician), Προτρεπτικὸς Β̄ 2
Not analysed yet
ἀλλὰ τοῦτο δή μοι δοκεῖ καὶ μάλιϲτα χρῆναι ποιεῖν. τοῖϲ μὲν γὰρ μὴ θέλουϲιν ἀγαθοῖϲ εἶναι μάταιον καὶ λέγειν καὶ ποιεῖν, ϲπεύδοντα ὅπωϲ ἔϲονται ἀγαθοί, τοῖϲ δὲ ἐθέλουϲί γε καὶ βουλομένοιϲ τοὐναντίον. παντὸϲ γὰρ πράγματοϲ ἐπίδοϲίϲ ἐϲτιν, ἔϲτ’ ἂν τέλοϲ ἔχῃ· καὶ ἀρετὴν πλεῖϲτον ἂν εὕροιϲ αὐτοῦ ἐπιδιδοῦϲαν, ὅπου μεγίϲτην καὶ τιμὴν ἔχει καὶ ἄθλοιϲ καὶ ἐπαίνοιϲ. οὔκουν, ὅπερ εἶπον ὀλίγῳ πρόϲθεν, οὐδεὶϲ ἂν κάλλιον παραϲκευάϲαι ϲημεῖον.