Ancient Greek · ~1 min
Section 11
Lesbonax (Rhetorician), Προτρεπτικὸς Β̄ 11
Not analysed yet
τοῦτο δὲ Πλαταιᾶϲι μετὰ τῶν ἄλλων Ἑλλήνων ταὐτὰ φρονούντων ἐνίκων μαχόμενοι. ἐνίκηϲαν δὲ καὶ ἐπ’ Ἀρτεμιϲίῳ τῆϲ Εὐβοίαϲ ναυμαχοῦντεϲ καὶ πρὸ Σαλαμῖνοϲ, ὥϲτε εἰϲ τόδε ἡμέραϲ ϲωτῆρεϲ τῆϲ Ἑλλάδοϲ ὀνομάζεϲθαι.