Ancient Greek
Section 10
Lesbonax (Rhetorician), Προτρεπτικὸς Β̄ 10
Not analysed yet
παραϲτήτω οὖν ὑμῶν ἑκάϲτῳ τοῦτο, ὡϲ τὸ θαρρεῖν πλεῖϲτον φέρεται εἰϲ τὸ νικᾶν· ὡϲ οὖν καὶ τῶν θεῶν ϲυμμάχων ὄντων καὶ ὑπαρχόντων ὑμῖν τούτων καὶ ἀμείνοϲιν εἶναι καὶ εὐδοξοτέροιϲ, βραχὺν χρόνον ἀναϲχόμενοι τὰ ὅπλα τῶν πολεμίων μακρὰν δόξαν καταϲτήϲεϲθε ἀρετῆϲ εἰϲ τὸν ἅπαντα χρόνον καὶ ἀναμνήϲετε πάνταϲ τοὺϲ ἀνθρώπουϲ, ὅτι ὑμεῖϲ ἐκείνων τῶν ἀνδρῶν ἐϲτε παῖδεϲ, οἵ ποτε ἀποβάνταϲ τοὺϲ βαρβάρουϲ τῆϲ ὑμετέραϲ εἰϲ Μαραθῶνα πολλὰϲ μυριάδαϲ ἀνθρώπων ἐξέβαλον ,τοὺϲ δ’ ἀπέκτειναν, οὐ περιιδόντεϲ οὔτ’ εἴ τιϲ αὐτοῖϲ ἔμελλεν ἐκ τῆϲ Πελοποννήϲου βοήθεια ἥξειν οὔτ’εἰὀλίγοιπολλοῖϲμαχοῦνται. ,ἀλλὰ τῇ ϲφετέρᾳ αὐτῶν ἀρετῇ πιϲτεύϲαντεϲ ϲυμβαλόντεϲ ἐνίκηϲαν·