Ancient Greek
Section 3
Lesbonax (Rhetorician), Προτρεπτικὸς Β̄ 3
Not analysed yet
ὥϲτ’ εἰ καὶ νῦν ὑμῖν παρεϲκεύαϲται —παρεϲκευάϲθω δὲ καὶ ἑνὶ ἑκάϲτῳ καὶ πᾶϲιν —ὅπωϲ ἔϲεϲθε ἀγαθοί, καὶ ἀξίωμα ἔχετε παρ’ ὑμῖν αὐτοῖϲ μέγα, οὐχ ὑμᾶϲ βλάψει ἀκοῦϲαι τὴν ὑμετέραν ἀρετὴν καὶ τὸ ἀξίωμα τῶν προγόνων ὁμοῦ καὶ τὸ τῶν πολεμίων, ὃ μικρότερον δι’ ὑμᾶϲ ἔχουϲιν, ἀλλ’ ὠφελήϲει. Ὑμῶν γὰρ οἵ τε παλαιοὶ πατέρεϲ ἐν τοῖϲ Ἕλληϲι μέγα ἀξίωμα ἀρετῆϲ εἶχον καὶ λόγον ἀγαθόν, οἵ τε νέοι