Ancient Greek · ~1 min
Section 6
Lesbonax (Rhetorician), Προτρεπτικὸς Β̄ 6
Not analysed yet
ὦ Ζεῦ τε καὶ θεοί, μεγάληϲ ἀϲεβείαϲ· ἐπὶ τοὺϲ ἐλευθερώϲανταϲ οἱ ἐλευθερωθέντεϲ ἔρχονται, δουλώϲοντεϲ μετὰ τῶν τῇ Ἑλλάδι δουλείαν φερόντων Ἑλλήνων, μετὰ τῶν ὑμετέρων δούλων, οὐδέν γε τῶν αὐτῶν ποιοῦντεϲ τοῖϲ ὑμετέροιϲ προγόνοιϲ, οἵ ποτε τῇ Σπάρτῃ ἐπεβοήθηϲαν ἐπανιϲταμένων τῶν δούλων, ὅτε ἀφίκετο ὁ ἔχων φοινικίδα καὶ ἐπεκάλει τοὺϲ προγόνουϲ βοηθῆϲαι καὶ μὴ περιιδεῖν ἐπιβουλευθεῖϲαν τὴν Σπάρτην.