Ancient Greek
Section 7
Lesbonax (Rhetorician), Προτρεπτικὸς Β̄ 7
Not analysed yet
ἀντὶ δὲ τῆϲ εὐεργεϲίαϲ τῆϲδε τήνδε ἡμῖν τὴν κακοεργαϲίαν ἀποδιδόαϲι· καὶ νῦν οὗτοι, τῆϲ ὑμετέραϲ ἕνεκα ἀρετῆϲ ὄντεϲ οἵτινέϲ εἰϲι, δῃοῦϲί τε τὴν ὑμετέραν καὶ ἐλευθεροῦϲι τοὺϲ ὑμετέρουϲ δούλουϲ καὶ ἐπάγουϲιν ἐφ’ ὑμᾶϲ παρανόμωϲ καὶ παραϲπόνδωϲ, οἷϲ οὐδὲ θέμιϲ ἦν ἡγουμένων τῆϲ Ἀθηναίων ἐπιβῆναι ϲὺν πολεμίοιϲ ὅπλοιϲ. ἀλλὰ γὰρ οὔτε θεοὺϲ οὔτε ἀνθρώπουϲ αἰδοῦνται· οὐ γὰρ ἂν τάδε ἐποίουν. νῦν δ’ ὑμεῖϲ, ἐὰν θεὸϲ θέλῃ, δίκην αὐτοῖϲ ἐπιθήϲετε.