Ancient Greek
35.3
Lesbonax (Rhetorician), Πολιτικός 35.3
Unproofread scanNot analysed yet
Οἱ μὲν πολέμιοι ἐγγύς, ὦ ἄνδρες στρατιῶται, ὧν εἵνεκα ἡ σύμπασα παρασκευὴ παρεσκευάσται, τὰ δ’ ἀπὸ τῶν θεῶν, ἀφ’ ὧν χρὴ ἄρχεσθαι, καλῶς ἔχει κατ’ ἀμφοτέρους τοὺς λόγους· τὰ τε γὰρ ἱερὰ καλὰ ἡμῖν γέγονε καὶ τὸ δίκαιον μεθ’ ἡμῶν ἐστιν· ἐν ὑμῖν οὖν τὰ ἐπίλοιπά ἐστιν, ἐὰν ἄνδρες ἀγαθοὶ γένησθε. ἐμὲ μὲν οὖν εἴκός παραινέσαι, ἃ γινώσκω, ὑμᾶς δὲ προσέχειν τοῖς λεγομένοις δοκεῖν τε ὥσπερ τοὺς λόγους ἀκούετε οὕτως αὐτὰ τὰ ἔργα ὁρᾶν παρόντα, ἃ ἐν τοῖς λόγοις δεδηλώσεται· οὕτως γὰρ ἂν ἄριστα γνοίητε τὰ συμφέροντα.