Ancient Greek
35.4
Lesbonax (Rhetorician), Πολιτικός 35.4
Unproofread scanNot analysed yet
Δεῖ δὲ ὑμᾶς σκέψασθαι, ὅσα ἀγαθὰ ἐνεστιν ἐν τῷ νικᾶν μαχομένους τοὺς πολεμίους. πρῶτον μὲν τὴν πόλιν καὶ τὴν χώραν σώζετε, ἐν ᾗ ἐτράφητε, ἣν ὑμῖν οἱ πρόγονοι τεῖχισαντες καὶ ἄλλα πολλὰ ταλαιπωρηθέντες κατέλιπον οὐκ ἀπολέσαι, ἀλλὰ σώσαι· ἣν ἐλευθέραν μὲν παραλαβοῦσιν αἰσχρὸν . . . ὑφ’ ὑμῶν ἐλευθερωθῆναι· καὶ μὴ τὸν κίνδυνον καταδεῖσαντες καὶ νομίσαντες μειζῶν εἶναι ἢ ὅσος ἐστί, τὴν μὲν ὑπάρχουσαν ἀρετὴν ἀπολέσητε, τὴν δ’ οὐχ ὑπάρχουσαν κακότητα κτήσησθε. ἐπὶ δὲ καὶ ἱερὰ ὑμῖν οἱ πατέρες ἱδρυσάμενοι κατέλιπον, κοσμήσαντες ναοῖς καὶ βωμοῖς καὶ ἀγάλμασι καὶ ἄλλοις πολλοῖς καὶ καλοῖς ἀναθήμασιν· ἃ μὴ περιῖδητε συληθέντα καὶ πεσόντα ἀτίμως, ἀλλ’ ἀμύνετε, ὅσον ἕκαστος δυνατός ἐστι, τῷ θεῷ, ἄλλως τε