Ancient Greek
Section 1
Lesbonax (Rhetorician), Προτρεπτικὸς Ᾱ 1
Not analysed yet
Οἱ μὲν πολέμιοι ἐγγύϲ, ὦ ἄνδρεϲ ϲτρατιῶται, ὧν εἵνεκα ἡ ϲύμπαϲα παραϲκευὴ παρεϲκεύαϲται, τὰ δ’ ἀπὸ τῶν θεῶν, ἀφ’ ὧν χρὴ ἄρχεϲθαι, καλῶϲ ἔχει κατ’ ἀμφοτέρουϲ τοὺϲ λόγουϲ· τά τε γὰρ ἱερὰ καλὰ ἡμῖν γέγονε καὶ τὸ δίκαιον μεθ’ ἡμῶν ἐϲτιν· ἐν ὑμῖν οὖν τὰ ἐπίλοιπά ἐϲτιν, ἐὰν ἄνδρεϲ ἀγαθοὶ γένηϲθε. ἐμὲ μὲν οὖν εἰκὸϲ παραινέϲαι, ἃ γινώϲκω, ὑμᾶϲ δὲ προϲέχειν τοῖϲ λεγομένοιϲ δοκεῖν τε ὥϲπερ τοὺϲ λόγουϲ ἀκούετε οὕτωϲ αὐτὰ τὰ ἔργα ὁρᾶν παρόντα, ἃ ἐν τοῖϲ λόγοιϲ δεδηλώϲεται· οὕτωϲ γὰρ ἂν ἄριϲτα γνοίητε τὰ ϲυμφέροντα.