Ancient Greek
Section 2
Lesbonax (Rhetorician), Προτρεπτικὸς Ᾱ 2
Not analysed yet
Δεῖ δὲ ὑμᾶϲ ϲκέψαϲθαι, ὅϲα ἀγαθὰ ἔνεϲτιν ἐν τῳ νικανμαχομένουϲ τοὺϲ πολεμίουϲ. πρῶτον μὲν τὴν πόλιν καὶ τὴν χώραν ϲώζετε, ἐν ᾗ ἐτράφητε, ἣν ὑμῖν οἱ πρόγονοι τειχίϲαντεϲ καὶ ἄλλα πολλὰ ταλαιπωρηθέντεϲ κατέλιπον οὐκ απολέϲαι, ἀλλὰ ϲῶϲαι· ἣν ἐλευθέραν μὲν παραλαβοῦϲιν αἰϲχρὸν ὑφ’ ὑμῶν ἐλευθερωθῆναι· καὶ μὴ τὸν κίνδυνον καταδείϲαντεϲ καὶ νομίϲαντεϲ μείζω εἶναι ἢ ὅϲοϲ ἐϲτί, τὴν μὲν ὑπάρχουϲαν ἀρετὴν ἀπολέϲητε, τὴν δ’ οὐχ ὑπάρχουϲαν κακότητα κτήϲηϲθε.