Ancient Greek · ~1 min
Section 10
Lesbonax (Rhetorician), Προτρεπτικὸς Ᾱ 10
Not analysed yet
δικαιότητοϲ μέγα τὸ ἀξίωμα· δικαιότητοϲ τοίνυν τόδε τὸ ἔργον πλεῖϲτον μετέχει. δίκαιον μὲν γὰρ τῇ πατρίδι ἀμύνειν, ἐν ᾗ ἐτράφητε, δίκαιον δὲ ἱεροῖϲ πατρῴοιϲ καὶ μνήμαϲι τῶν προγόνων, δίκαιον δὲ τοὺϲ πατέραϲ ὑμῶν, ὑφ’ ὧν ἐτράφητε, ἀντιγηροτροφῆϲαι, δίκαιον δὲ τοὺϲ παῖδαϲ, ἐπειδήπερ ἐφύϲατε, ἐκθρέψαι, δίκαιον δὲ τούτων τινὰ μὴ ἐλλείπειν.