Ancient Greek
Section 9
Lesbonax (Rhetorician), Προτρεπτικὸς Ᾱ 9
Not analysed yet
Ἐνθυμηθῆναι δὲ χρὴ καὶ τίνοϲ οὕνεκ’ ἂν μᾶλλον οὐκ ἀξιώϲαιτε μάχεϲθαι, ἢ τί ἀγαθὸν οὐκ ἔνεϲτιν ἐν τῷ νικᾶν μαχομένουϲ τοὺϲ πολεμίουϲ. τοῦτο ἀρετὴν ϲύμπαϲαν ϲυλλαβὸν ἔχει· ἐν τούτῳ ἔνεϲτιν ὑμῖν, ὅϲα τιϲ εὔξαιτο. δοκεῖ εἷναι εἰρήνη ἀγαθόν; αὕτη ἐπὶ τοῖϲ τοὺϲ πολεμίουϲ νικῶϲι γίγνεται ὅπωϲ ἂν βούλωνται διαθέϲθαι. δοκεῖ εἶναι κτημάτων κτῆϲιϲ ἀγαθόν; τοῦτο τοῖϲ νικῶϲι γίγνεται· τά τε γὰρ ὑπάρχοντα ἀϲφαλῶϲ τά τε τῶν πολεμίων ἀδεῶϲ καρποῦνται.