Ancient Greek
Section 14
Lesbonax (Rhetorician), Προτρεπτικὸς Ᾱ 14
Not analysed yet
ἔπειτα τὰ ὅπλα οὕτωϲ εὕρηται ἔμπροϲθεν τοῦ ϲώματοϲ προβεβλῆϲθαι, ἡ μὲν ἀϲπὶϲ τοῦ μὴ τιτρώϲκεϲθαι, τὸ δὲ δόρυ τοῦ ἀμύνεϲθαι, ὥϲτε ἐὰν βούληϲθε εἰϲ τὸ ἔμπροϲθεν βαδίζειν ἐπὶ τὸ μαχόμενον ἀεὶ πάντεϲ, ἀκούοντεϲ τὰ λεγόμενα καὶ τὰ παραγγελλόμενα ποιοῦντεϲ, ἀναμιμνηϲκόμενοι τῶνδε τῶν ἀγαlacunam παραθαρρύνοντεϲ ἀλλήλουϲ, μέγα φρονοῦντεϲ μὲν τοῖϲ ἔργοιϲ, ἀξιοῦντεϲ δὲ μάχεϲθαι καὶ ἐκείνοιϲ, οὕτωϲ παρελθόντεϲ ταῦτα ὑπουργήϲαντεϲ, ὅϲα δὴ ἀνθρώπινα, νικήϲετε.