Ancient Greek · ~2 min
Section 15
Lesbonax (Rhetorician), Προτρεπτικὸς Ᾱ 15
Not analysed yet
εἰ δέ τιϲ ὑμῶν ἀξιώϲαϲ τοὺϲ μὲν πολεμίουϲ πλεῖόν τι εἶναι ἢ ἀνθρώπουϲ καὶ ἀτρώτουϲ εἶναι, αὐτὸϲ δὲ ὡϲ μηδενὸϲ ἄξιοϲ ὑποχωρήϲει, τοῦτο ϲωτηρίαν νομίϲαϲ εἶναι, πρῶτον μὲν τὴν γνώμην ἡττημένοϲ ἀδικεῖ, ἔτι δὲ ἔμπαλιν αὐτῷ τὸ ϲῶμα τοῦ ἔργου πεφυκὸϲ τὰ ἐναντία οἷϲ βούλεται ὑπουργήϲει —εἰϲ τοὔπιϲθεν μὲν γὰρ οὔθ’ οἱ πόδεϲ πεφύκαϲιν ἀναχωρεῖν οὔθ’ οἱ ὀφθαλμοὶ ὁρᾶν οὐδενόϲ —,δίχα δὲ διαιρεθεὶϲ τῷ ἀναχωρεῖν ὑπηρετῶν καὶ τὸν ἐπιόντα ἅμα κίνδυνον φυλάττων καθυφήϲει ταχέωϲ καὶ τὸν ἀντιϲτάτην οὐ δυνήϲεται ἀμύνεϲθαι.