Ancient Greek · ~1 min
Section 18
Lesbonax (Rhetorician), Προτρεπτικὸς Ᾱ 18
Not analysed yet
Εἰ μὲν οὖν εὖ ᾔδει τιϲ ὅτι τόνδε τὸν κίνδυνον διαφυγὼν μεθ’ ἡδονῆϲ τὸν ἐπίλοιπον χρόνον διατελέϲαϲ ϲὺν εὐκλείᾳ τελευτήϲει. εἶχεν ἂν λόγον τινὰ ἡ κακία· νῦν δὲ οἱ πολλοὶ καὶ κακοὶ εἶναι ὀλίγον χρόνον βιοῦντεϲ διὰ τὴν δύϲκλειαν ἀνιώμενοι καὶ ἄτιμοι παρ’ ἐντίμοιϲ ὄντεϲ κακῶϲ τὸν ἐπίλοιπον βίον τελευτήϲαντεϲ ὀνείδη τοῖϲ παιϲὶ καταλείψουϲιν.