Ancient Greek · ~2 min
Section 19
Lesbonax (Rhetorician), Προτρεπτικὸς Ᾱ 19
Not analysed yet
ἐπεὶ δὲ πεφύκαμεν οὐκ ἀθάνατοι, πῶϲ κάλλιον ἀποθνῄϲκειν ἢ ὑπὲρ ὧν χρὴ τιμωροῦνταϲ; ποίαν ἄλλην ἀρετὴν κτωμένουϲ; ποῖοϲ ἡδίων θάνατοϲ; τίνεϲ εὐκλεέϲτεροι ἀποθανόντεϲ ἢ οἱ οὕτω τελευτήϲαντεϲ; δημοϲίου τάφου ἀξιοῦνται, θυϲίαι ἐπί τούτοιϲ γίγνονται, ἀγῶνεϲ ἐπὶ τούτοιϲ τίθενται, ἀντὶ θνητοῦ ϲώματοϲ ἀθάνατον μνήμην καταλείπουϲιν. οἱ δὲ τούτων παῖδεϲ δημοϲίᾳ ἐκτρέφονται, τιμώμενοι πανοπλίαιϲ προεδρίαιϲ, θαυμαζόμενοι καὶ ἐν χοροῖϲ καὶ ἐν γυμναϲίοιϲ καὶ ταῖϲ ἄλλαιϲ ϲυνουϲίαιϲ.