Ancient Greek · ~2 min
Section 20
Lesbonax (Rhetorician), Προτρεπτικὸς Ᾱ 20
Not analysed yet
τοῖϲ δὲ ἐκ τοῦδε τοῦ κινδύνου ϲωθεῖϲιν, ἀνδράϲιν ἀγαθοῖϲ γενομένοιϲ, ἀκίνδυνοϲ ὁ λοιπὸϲ βίοϲ, μακαριζομένοιϲ ἐν πάϲαιϲ πανηγύρεϲιν ἐν πάϲαιϲ θεωρίαιϲ. οἱ φίλοι τούτοιϲ φίλοι εἰϲίν, οἱ ἐχθροὶ τοὺϲ τοιούτουϲ ὑπέρχονται, πᾶϲ ἀνὴρ ξενοῦϲθαι βούλεται· ἐκ τῶνδε καὶ γαμετὰϲ προθύμωϲ ἂν εὕροιο· οὗτοι γηράϲκοντεϲ εὐδαιμονίζονται. Νῦν οὖν, ὦ ἄνδρεϲ ϲτρατιῶται, καθ’ ὅϲον ὑμῶν ἕκαϲτοϲ ἰϲχύει μηδὲν ὑπολειπόμενοϲ τῆϲ δυνάμεωϲ, ἀντιλαμβανέϲθω τῶνδε τῶν ἀγαθῶν· ὑπομιμνήϲκω δὲ ὑμᾶϲ, ὅτι καὶ τὰ ἱερὰ ὑμῖν καλὰ γέγονεν.