Ancient Greek · ~2 min
Section 3
Lesbonax (Rhetorician), Προτρεπτικὸς Ᾱ 3
Not analysed yet
ἔτι δὲ καὶ ἱερὰ ὑμῖν οἱ πατέρεϲ ἱδρυϲάμενοι κατέλιπον, κοϲμήϲαντεϲ ναοῖϲ καὶ βωμοῖϲ καὶ ἀγάλμαϲι καὶ ἄλλοιϲ πολλοῖϲ καὶ καλοῖϲ ἀναθήμαϲιν· ἃ μὴ περιίδητε ϲυληθέντα καὶ πεϲόντα ἀτίμωϲ, ἀλλ’ ἀμύνετε, ὅϲον ἕκαϲτοϲ δυνατόϲ ἐϲτι, τῷ θεῷ, ἄλλωϲ τε μετὰ τοῦ ὑμῖν ϲυμφέροντοϲ καὶ δεδηλωκότων τῶν θεῶν ἐν τοῖϲ ἱεροῖϲ τὴν εἰϲ ὑμᾶϲ εὔνοιαν, ἀναμνηϲθέντεϲ πομπῶν καὶ πανηγύρεων καὶ ἀγώνων, ἐν οἷϲ τῶν μὲν παρουϲῶν ἀνιῶν ἐπελανθανόμεθα, μετὰ δὲ τὴν ἡδονὴν ἄλλαϲ προϲεκτώμεθα, ϲυνόντεϲ ἀλλήλοιϲ κατά τε φιλότηταϲ καὶ κατὰ ϲυγγενείαϲ καὶ κατὰ ἡλικίαϲ, ἐξευπορίζοντεϲ αὐτοί τε ὅπωϲ ἡμᾶϲ αὐτοὺϲ ὡϲ ἐλάχιϲτα λυπήϲομεν τούϲ τε παρόνταϲ ὡϲ πλεῖϲτα εὐφρανοῦμεν.