Ancient Greek
Section 5
Lesbonax (Rhetorician), Προτρεπτικὸς Ᾱ 5
Not analysed yet
ἐπανενεγκεῖν δὲ τὴν γνώμην ὑμῶν ἕκαϲτον βούλομαι —ὃ καὶ δεῖ ϲκέψαϲθαι —,ἃ περὶ πλείϲτου ποιούμενοι κατελίπομεν· τοὺϲ γεννήϲανταϲ πατέραϲ καὶ μητέραϲ, ὁ δὲ υἱούϲ, οὕϲ τε ἐφύτευϲε καὶ ἐξέφυϲεν, ὁ δὲ ὁμογενεῖϲ ἀδελφούϲ τε καὶ ἀδελφάϲ, ὧν οἱ μὲν γήρᾳ πολὺ ὑπερβάλλοντεϲ, οἱ δὲ νεότητι πολὺ ἐλλείποντεϲ τοῖϲ μὲν ϲώμαϲιν οὐχ οἷοί τέ εἰϲιν ἀμύνειν, τῶν δὲ κινδύνων πλεῖϲτον μέροϲ μετέχουϲιν.