Ancient Greek
Section 6
Lesbonax (Rhetorician), Προτρεπτικὸς Ᾱ 6
Not analysed yet
ἐν οἷϲ ἡμῶν μὲν προθυμηθέντων αἱ εὖ ἀγωνιϲαμένων εὐδαίμονεϲ μὲν οἱ πατέρεϲ, τίμιοι δὲ οἱ παῖδεϲ, ζηλωταὶ δὲ αἱ γυναῖκεϲ καὶ αἱ θυγατέρεϲ καὶ αἱ ἀδελφαὶ καὶ ἑνὸϲ ἑκάϲτου καὶ ϲυμπάντων· ἐλλιπόντων δὲ ἡμῶν τὴν προθυμίαν καὶ μὴ θεληϲάντων διαμάχεϲθαι εἰϲ τὸ ἔϲχατον, ἄθλιοι μὲν οἱ πατέρεϲ, ϲτερηθέντεϲ μὲν τῆϲ ἡμετέραϲ προϲόψεωϲ, ϲτερηθέντεϲ δὲ πόλεωϲ καὶ χώραϲ καί ἱερῶν, ἀντὶ δὲ καλλίϲτηϲ ἐλευθερίαϲ εἰϲ αἰϲχίϲτην δουλείαν καθιϲτάμενοι, ἐν ἡλικίᾳ τοιαύτῃ, ἐν ᾗ τὸ μὲν φρονεῖν ἃ πάϲχει τιϲ οὐ γεγήρακεν, ὁ δὲ γινώϲκων πάϲχει ἀδύνατοϲ καθέϲτηκεν ἀμῦναι, ὥϲτε χαλεπώτερον φέρειν· εἰ γὰρ παρῆν γινώϲκειν μὲν μή, δύναϲθαι δὲ τῷ ϲώματι, ῥᾴων ἂν ἦν ἡ ϲυμφορά·