Ancient Greek
Section 7
Lesbonax (Rhetorician), Προτρεπτικὸς Ᾱ 7
Not analysed yet
οἰκτραὶ δ’ αἱ γυναῖκεϲ καθίϲτανται, δυϲτυχεῖϲ δὲ καὶ παῖδεϲ καὶ ἀδελφοί, τῶν τε αὐτῶν τούτων ϲτεριϲκόμενοι καὶ τῶν ἐλπίδων ἐφ’ αἷϲ ἐτράφηϲαν, καὶ οἷϲ ἐν τῷ νῦν χρόνῳ ζῆλον καὶ τιμὴν κάλλοϲ καὶ εὐείδεια, εἰϲ δουλείαν πίπτουϲι καὶ αἶϲχοϲ καὶ ἀτιμίαν φέρει· ἀντὶ γὰρ τῶν καλλίϲτων καὶ ἐντιμοτάτων γάμων εἰϲ αἰϲχίϲτουϲ καὶ ἀτιμοτάτουϲ πίπτουϲιν. ἥτε αὖ δυϲείδεια εἰϲ τοιαῦτα ἔργα καθίϲτηϲι τὰ ϲώματα. ἐν οἷϲ καὶ τὸ ὑπάρχον ἀγαθὸν τῆϲ τροφῆϲ ζημία καθίϲταται. οὐ δυνάμενοι δὲ τοὺϲ πόνουϲ ὑπεκφέρειν, ἀντὶ τοῦ βίου τοὺϲ αἰϲχίϲτουϲ καὶ βιαιοτάτουϲ θανάτουϲ αἱροῦνται.