Ancient Greek
1.376.2
Leucippus Phil., Testimonia 1.376.2
Unproofread scanNot analysed yet
8. SIMPL. phys. 28, 4 [aus Theophr. phys. op. fr. 8] A. δὲ ὁ Ἑλεάτης ἢ Μιλῆσιος (ἀμφοτέρως γὰρ λέγεται περὶ αὐτοῦ) κοινωνήσας Παρμενίδηι τῆς φιλοσοφίας, οὐ τὴν αὐτὴν ἐβάδισε Παρμενίδηι καὶ Ξενοφάνει περὶ τῶν ὄντων ὁδόν, ἀλλ’ ὡς δοκεῖ τὴν ἐναντίαν. ἐκείνων γὰρ ἐν καὶ ἀκίνητον καὶ ἀγέννητον καὶ πεπερασμένον ποιούντων τὸ πᾶν καὶ τὸ μὴ ὂν μηδὲ ζητεῖν συγχωρούντων, οὗτος ἄπειρα καὶ ἀεὶ κινούμενα ὑπέθετο στοιχεῖα τὰς ἀτόμους καὶ τῶν ἐν αὐτοῖς σχημάτων ἄπειρον τὸ πλήθος διὰ τὸ μηδὲν μᾶλλον τοιοῦτον ἢ τοιοῦτον εἶναι καὶ γένεσιν καὶ μεταβολὴν ἀδιάλειπτον ἐν τοῖς οὕσι θεωρῶν. ἐπὶ δὲ οὐδὲν μᾶλλον τὸ ὂν ἢ τὸ μὴ ὂν ὑπάρχειν, καὶ αἰτία ὁμοίως εἶναι τοῖς γινομένοις ἀμφω. τὴν γὰρ τῶν ἀτόμων οὐσίαν ναστὴν καὶ πλήρη ὑποτιθέμενος ὡν ἔλεγεν εἶναι καὶ ἐν τῷι κενῶι φέρεσθαι, ὅπερ μὴ ὂν ἕκαλει καὶ οὐχ ἕλαττον τοῦ ὄντος εἶναι φησι. παραπλησίως δὲ καὶ ὁ ἐταῖρος αὐτοῦ Δημόκριτος ὁ Ἀβδηρίτης ἀρχὰς ἔθετο τὸ πλήρες καὶ τὸ κενόν κτλ. Cic. Acad. pr. II 37, 118 [D. 119] L. plenum et inane; Democritus huic in hoc similis, uberior in ceteris.