Ancient Greek
1.376.3
Leucippus Phil., Testimonia 1.376.3
Unproofread scanNot analysed yet
9. ARIST. de gen. et corr. A 1. 314ᵃ 21 Δημόκριτος δὲ καὶ A. ἐκ σωμάτων ἀδιαρέτων τὰλλα συγκεῖσθαι φασί, ταῦτα δ’ ἄπειρα καὶ τὸ πλήθος εἶναι καὶ τὰς μορφάς, αὐτὰ δὲ πρὸς αὐτὰ διαφέρειν τούτοις ἐξ ὧν εἰσι καὶ θέσει καὶ τάξει τούτων. 315ᵇ 6 Δημ. δὲ καὶ A. ποιήσαντες τὰ σχήματα τὴν ἀλλοίωσιν καὶ τὴν γένεσιν ἐκ τούτων ποιοῦσι, διαχρίσει μὲν καὶ συγχρίσει γένεσιν καὶ φθοράν, τάξει δὲ καὶ θέσει ἀλλοίωσιν. ἐπεὶ δ’ ὡντο τάλγηθες ἐν τῶι φαίνεσθαι, ἐναντία δὲ καὶ ἄπειρα τὰ φαινόμενα, τὰ σχήματα ἄπειρα ἐποίησαν, ὥστε ταῖς μεταβολαῖς τοῦ συγκειμένου τὸ αὐτὸ ἐναντίον δοκεῖν ἄλλωι καὶ ἄλλωι, καὶ μετακινεῖσθαι μικροῦ ἐμμευγνυμένου καὶ ὅλως ἕτερον φαίνεσθαι ἕνὸς μετακινηθέντος· ἐκ τῶν αὐτῶν γὰρ τραγωδία καὶ κωμωδία γίνεται γραμμάτων.