Ancient Greek
2.358.7
Leucippus Phil., Testimonia 2.358.7
Unproofread scanNot analysed yet
1. DIOG. IX 30 ff. Λεύκιππος Ἐλεάτης, ὡς δὲ τινες, Ἀβδηρίτης, κατ' ἐνίους δὲ Μίλησιος [l. Μιλῆσιος; s. A 8. 33. 55 A 1 §34]· οὗτος ἠκούσε Ζήνωνος. ἤρεσκε δ' αὐτῷι ἄπειρα εἶναι τὰ πάντα καὶ εἰς ἄλληλα μεταβάλλειν, τὸ τε πᾶν εἶναι κενὸν καὶ πλήρες [σωμάτων]. τοὺς τε κόσμους γίνεσθαι σωμάτων εἰς τὸ κενὸν ἐμπίπτοντων καὶ ἀλλήλοις περιπλεκομένων· ἐκ τε τῆς κινήσεως κατὰ τὴν αὔξησιν αὐτῶν γίνεσθαι τὴν τῶν ἀστέρων φύσιν. φέρεσθαι δὲ τὸν ἥλιον ἐν μεῖζονι κύκλῳι περὶ τὴν σελήνην· τὴν γῆν ὀχεῖσθαι περὶ τὸ μέσον δινομένην· σχῆμά τε αὐτῆς τυμπανώδες εἶναι. πρῶτος τε ἀτόμους ἀρχὰς ὑπεστήσατο. (καὶ)