Ancient Greek
2.359.1
Leucippus Phil., Testimonia 2.359.1
Unproofread scanNot analysed yet
κεφαλαιωδῶς μὲν ταῦτα· ἐπὶ μέρους δὲ ὡδε ἔχει. 31 τὸ μὲν πᾶν ἄπειρόν φησιν, ὡς προεῖρηται· τοῦτο δὲ τὸ μὲν πλήρες εἶναι, τὸ δὲ κενόν, (ἀ) καὶ στοιχεῖά φησι. κόσμους τε ἐκ τούτων ἀπεῖρους εἶναι καὶ διαλύεσθαι εἰς ταῦτα. γίνεσθαι δὲ τοὺς κόσμους οὕτω· φέρεσθαι κατὰ ἀποτομὴν ἐκ τοῦ ἀπεῖρου πολλά σώματα παντοῖα τοῖς σχήμασιν εἰς μέγα κενόν, ἅπερ ἀθροισθέντα δίνην ἀπεργάξεσθαι μίαν, καθ’ ἣν προσκρούοντα (ἀλλήλοις) καὶ παντοδαπῶς κυκλούμενα διακρίνεσθαι χωρὶς τὰ ὅμοια πρὸς τὰ ὅμοια. ἰσορρόπων δὲ διὰ τὸ πλῆθος μηκέτι δυναμένων περιφέρεσθαι, τὰ μὲν λεπτὰ χωρεῖν εἰς τὸ ἔξω κενόν, ὥσπερ διαττώμενα· τὰ δὲ λοιπὰ συμμένειν καὶ περιπλεκόμενα συγκατατρέχειν ἀλλήλοις καὶ ποιεῖν πρῶτόν τι σύστημα σφαιροειδές. 32 τοῦτο δ’ οἷον ὑμένα ἀφίστασθαι περιέχοντα ἐν ἑαυτῷ παντοῖα σώματα· ὧν κατὰ τὴν τοῦ μέσου ἀντέρεισιν περιδινομένων λεπτὸν γενέσθαι τὸν πέρὶ ὑμένα συρρεόντων ἀεὶ τῶν συνεχῶν κατ’ ἐπιμαυσιν τῆς δίνης. καὶ οὕτω γενέσθαι τὴν γῆν, συμμενοντότων τῶν ἐνεχθέντων ἐπὶ τὸ μέσον. αὐτὸν τε πάλιν τὸν περιέχοντα οἷον ὑμένα αὔξεσθαι κατὰ τὴν ἐπέκκρισιν τῶν ἔξωθεν σωμάτων· δίνῃ τε φερόμενον αὐτόν, ὧν ἂν ἐπιμαύσῃ. ταῦτα ἐπικτάσθαι. τούτων δὲ τινα συμπλεκόμενα ποιεῖν σύστημα, τὸ μὲν πρῶτον κάθηρον καὶ πηλώδες, ἑπρανθέντα καὶ περιφερόμενα σὺν τῇ τοῦ ὅλου δίνῃ, εἴτ’ ἐκπυρωθέντα τὴν τῶν ἀστέρων ἀποτελέσαι φύσιν. 33 εἶναι δὲ τὸν τοῦ ἡλίου κύκλον ἐξώτατον, τὸν δὲ τῆς σελήνης προσγειότατον, (τοῦς δὲ) τῶν ἄλλων μεταξὺ τούτων. καὶ πάντα μὲν τὰ ἄστρα πυροῦσθαι διὰ τὸ τάχος τῆς φοράς. τὸν δὲ ἥλιον καὶ ὑπὸ τῶν ἀστέρων ἐκπυροῦσθαι· τὴν δὲ σελήνην τοῦ πυρὸς ὀλίγον μεταλαμβάνειν. ἐκλείπειν δὲ ἥλιον καὶ σελήνην <***. τὴν δὲ λύσασιν τοῦ ζωδιακοῦ γενέσθαι> τῷ κεκλίσθαι τὴν γῆν πρὸς μεσημβρίαν· τὰ δὲ πρὸς ἄρκτω ἀεὶ τε νίφεσθαι καὶ κατάψυχρα εἶναι καὶ πήγνυσθαι. καὶ τὸν μὲν ἥλιον ἐκλείπειν σπανίως, τὴν δὲ σελήνην συνεχῶς διὰ τὸ ἀνίσους εἶναι τοὺς κύκλους αὐτῶν. εἶναί τε ὥσπερ γενέσεις κόσμου, οὕτω καὶ αὔξησεις καὶ φθίσεις καὶ φθορὰς κατὰ τινα ἀνάγκην, ἣν ὁποία ἐστίν (οὐ) διασαφεῖ.