Ancient Greek
2.361.2
Leucippus Phil., Testimonia 2.361.2
Unproofread scanNot analysed yet
9 ARIST. de gen. et corr. A 1. 314a21 Δημόκριτος δὲ καὶ Λ. ἐκ σωμάτων ἀδιαρέτων τὰλλα συγκεῖσθαι φασί. ταῦτα δ' ἄπειρα καὶ τὸ πλῆθος εἶναι καὶ τὰς μορφάς. αὐτὰ δὲ πρὸς αὐτὰ διαφέρειν τούτοις ἐξ ὧν εἰσὶ καὶ θέσει καὶ τάξει τούτων. 315b6 Δημ. δὲ καὶ Λ. ποιήσαντες τὰ σχήματα τὴν ἀλλοίωσιν καὶ τὴν γένεσιν ἐκ τούτων ποιοῦσι, διακρίσει μὲν καὶ συγκρίσει γένεσιν καὶ φθοράν. τάξει δὲ καὶ θέσει ἀλλοίωσιν. ἐπεὶ δ' ὡνιοντο τάλῃθες ἐν τῷ φαίνεσθαι, ἐναντία δὲ καὶ ἄπειρα τὰ φαινόμενα. τὰ σχήματα ἄπειρα ἐποίησαν. ὥστε τοῖς μεταβολαῖς τοῦ συγκειμένου τὸ αὐτὸ ἐναντίον δοκεῖν ἄλλωι καὶ ἄλλωι. καὶ μετακινεῖσθαι μικροῦ ἐμμειγνυμένου καὶ ὅλως ἑτερον φαίνεσθαι ἑνὸς μετακινηθέντος' ἐκ τῶν αὐτῶν γὰρ τραγωδία καὶ κωμωδία γίνεται γραμμάτων.