Ancient Greek
2.361.3
Leucippus Phil., Testimonia 2.361.3
Unproofread scanNot analysed yet
10 HIPPOL. ref. 1 12 (D. 564) (1) Λ. δὲ Ζήνωνος ἐταῖρος οὐ τὴν αὐτὴν δόξαν διετήρησεν, ἀλλὰ φησὶν ἄπειρα εἶναι καὶ ἀεὶ κινούμενα καὶ γένεσιν καὶ μεταβολὴν συνεχῶς οὔσαν. στοιχεῖα δὲ λέγει τὸ πλήρες καὶ τὸ κενόν. (2) κόσμους δὲ (ὑδε) γίνεσθαι λέγει· ὅταν εἰς μέγα κενὸν ἐκ τοῦ περιέχοντος ἀθοισθῇ πολλὰ σώματα καὶ συρρῇ, προσκρούοντα ἀλλήλοις συμπλέκεσθαι τὰ ὁμοιοσχήματα καὶ παραπλήσια τὰς μορφάς, καὶ περιπλεχθέντων ἄστρα γίνεσθαι. αὔξειν δὲ καὶ φθίνειν διὰ τὴν ἀνάγκην. τίς δ' ἂν εἴη ἡ ἀνάγκη, οὐ διώρισεν.