Ancient Greek · ~4 min
Chapter 64
Libanius, Characteres Epistolici 64
Not analysed yet
Ὀνειδιστική. Πόλλα καλὰ πέπονθας ὑφ’ ἡμῶν καὶ θαυμάζω καθ’ ὑπερβολήν, πῶς οὐδενὸς τούτων μνεί- αν ποιεῖς, ἀλλὰ κακῶς ἡμᾶς λέγεις, ὅπερ ἐστὶν ἀχαρίστου γνώμης. οἱ γὰρ ἀχάριστοι τῶν καλῶν ἀμνημονοῦσι καὶ τοὺς εὐεργέτας ὧς ἐχθροὺς κακῶς ἐπὶ τούτοις δΙατίθεν- ται. 65. Συμπαθητική. Σφόδρα κατὰ ψυχὴν ἠχθέσθην ἀκηκοὼς περί τινων συμβάντων σοι δεινῶν καὶ τὸ θεῖον ἱκέτευσα τούτων ἐλεύθερόν σε καταστῆσαι. φίλων γάρ ἐστιν εὔχεσθαι τοὺς φίλους ἀεὶ κακῶν ἐλευθέρους ὁρᾶν. 66. Θεραπευτική. Ἐγὼ μὲν ἐφ’ οἷς εἶπον λόγοις μετῆλθον ἔργῳ, τὸ γὰρ σύνολον οὐκ ἐνόμιζόν σέ ποτε λυπηθήσεσθαι· εἰ δ’ ἐπὶ τοῖς λεχθεῖσιν ἢ πραχθεῖσιν ἠχθέσθης, ἴσθι, κράτιστε ἀνδρῶν, ὡς οὐκέτι τῶν ῥηθέν- των λόγον ὅλως ποτὲ ποιήσομαι. σκοπὸς γάρ μοι θερα- πεύειν ἀεὶ τοὺς φίλους ἐστὶν ἧπερ λυπεῖν. 67. Συγχαρητική. Συγχαίρω σοι λίαν ἐφ’ οἷς ἀγω- νισάμενος εὐδοκίμησας εἰς τοσοῦτον ὡς καὶ γραφῇ τιμη- θῆναι. συγχαίρειν γὰρ χρὴ τοῖς φίλοις εὖ πράττουσιν ὧς καὶ συναλγεῖν λυπουμένοις.