Ancient Greek · ~3 min
Chapter 68
Libanius, Characteres Epistolici 68
Not analysed yet
Παραλογιστική. Εἰ καὶ μέγας τις ἦσθα καὶ τῶν ἐπὶ δυνάμει βοωμένων εἷς, ἐν οὐδενί σε μέτρῳ τὸ παρά- παν ἂν περιεπτυξάμην. πολὺ δέ γε μᾶλλόν σε νῦν οὐ προσποιοῦμαι διὰ τὴν ἀσθένειάν σου. οὐδὲν γάρ με λυ- πεῖς οὐ δι’ ἀρετὴν τοῦ μὴ θέλειν ἀδικεῖν, ἀλλὰ τῷ δυνά- μεως ἀπορεῖν. 69. Ἀντεγκληματική. Τί ἐγκαλεῖς ἡμῖν ὧς αἰτίοις σοι γενομένοις συμφορᾶς καὶ οὐκ ἐγκαλεῖς σεαυτῷ τῷ κακώσαντι τὰ καθ’ ἡμᾶς; σὺ γὰρ ἡμῖν αἴτιος γέγονας ἀπείρων κακῶν ὁ καὶ πολλοὺς ἄλλους λυπήσας καὶ οὐχ ἡμεῖς σοὶ οἱ μηδένα τὸ παράπαν ἠδικηκότες ποτέ. 70. Ἀντεπισταλτική. Δεξάμενος τὰ γράμματα τῆς σῆς γνησιότητος καὶ γνοὺς δι’ αὐτῶν ὡς ἐν εὐπραγίᾳ διάγεις, λίαν ἥσθην. δι’ εὐχῆς γὰρ ἔχω τοὺς φίλους εὖ πράττειν ἀεί.