Ancient Greek · ~8 min
Chapter 75
Libanius, Characteres Epistolici 75
Not analysed yet
Σχετλιαστική. Ὦ πόσων ἡμῖν κακῶν αἴτιος γέ- γονεν ἡ συντυχία τοῦ κακοδαίμονος Ἑρμογένους, ὦ πό- σαις συμφοραῖς καὶ δεινοῖς ἡμᾶς περιέβαλε. κρεῖττον γὰρ ἡμῖν τῷ Πλούτωνι ξυντυχεῖν ἢ τῷ τοῖς θεοῖς ἐχθρῷ 76. Πρεσβευτική. Ἀεὶ τῶν δωρεῶν τῆς ὑμετέρας κηδεμονίας ἀπελαύομεν. ὅθεν καὶ νῦν, ἀγαθοί, διὰ τῶνδε τῶν πρεσβειῶν ἀξιοῦμεν τοῦδε τοῦ πράγματος τυχεῖν, ὃ συνήθως ἀξιοῦσιν ἐχαρίσασθε. ἐν τούτῳ οὖν τὸ με- γαλόψυχον τῆς ὑμετέρας ἀρετῆς ἐπιδεῖξαι δυσωπήθητε. 77. Ἐπαινετική. Ἀγχίνουν ὄντα σε καθ’ ὑπερβολὴν καὶ σφόδρα συνετὸν ἐπαινῶ καὶ τιμῶ. πρέπει γὰρ τοὺς θείους ἄνδρας μὴ μόνον ἐπαινεῖν, ἀλλὰ καὶ τιμᾶν. 78. Διδασκαλική. Μὴ νόμιζε τῶν συμβάντων σοι δεινῶν αἴτιον τὸ θεῖον γεγενῆσθαι πανταχοῦ γὰρ τὸ θεῖον ἐλεύθερον κακῶν ὑπάρχει. τὸ γὰρ τοῖς ἄλλοις φεύγειν τὰ κακὰ παρακελευόμενον οὐκ ἂν αἴτιόν ποτέ τινι κακίας γένοιτο. 79. Ἐλεγκτική. Οὐ λέληθας τόδε τὸ πρᾶγμα διαπρα- ξάμενος. πολλοὺς γὰρ ἔχεις ἐλέγχους κἂν ἀρνῇ, καὶ μά- λιστα τοὺς συνίστοράς σοι γεγονότας καὶ τῆς αὐτῆς σοι κεκοινωνηκότας πράξεως. ὅθεν μηδὲ τὴν τιμωρίαν ἔλπιζε διαφεύξεσθαι. 80. Διαβλητική. Πολλῶν μοι κακῶν αἴτιος γέγονεν ὁ δεῖνα φαῦλος ἄγαν ὢν τὸν τρόπον. ὑποδὺς γάρ με καθάπερ φίλος καὶ πολλὰ καλὰ ὑπ’ ἐμοῦ πεπονθὼς καὶ μὴ δυνηθεὶς τοῖς ἴσοις ἀμείψασθαι διὰ τὸ καλῶν ἀπο- ρεῖν μεγίστοις περιέβαλε κακοῖς. φυλάττου γοῦν τοῦτον, μὴ καὶ σὺ τῶι ὁμοίων ὑπ’ αὐτοῦ πειραθῇς δεινῶν. 81. Ἐπιτιμητική. Αἰδέσθητι λοιπὸν ἐφ’ οἶς ἁμαρ- τάνεις καὶ παῦσαι τοῦ πλημμελεῖν καὶ μὴ μελέτην ἁμαρ- τημάτων τὸν σὸν βίον ποιοῦ. σοῦ γὰρ ἕνεκεν ἡμεῖς αἰ- σχυνόμεθα. 82. Ἐρωτηματική. Πόλλην ζήτησιν εἰσενεγκάμενος περὶ τόδε τὸ κεφάλαιον καὶ μὴ κατειληφὼς αὐτοῦ τὴν εὕρεσιν δίκαιον ἡγησάμην διὰ τοῦδε τοῦ πρὸς ὑμᾶς ἐρω- τηματικοῦ ῥήματος τὴν ἐπιστήμην τοῦ ζητουμένου παρ’ ὑμῶν εὐτυχῆσαι. λοιπὸν ἀξιοῦντι μηδαμῶς ἀποκνήσητε παρασχέσθαι τὴν χάριν καὶ ἐπιστῆσαι τὸ ζητούμενον. 83. ΙΙαραθαρρυντική. Ἄφοβος ἔσο τὸ παράπαν, ἔχον δὲ σεμνῶς πολιτευόμενος διὰ τὸ τὸ θεῖον ἔχειν εὐμενές. πανταχοῦ γὰρ τὸ θεῖον τῷ ὀρθῶς βιοῦντι παρίσταται.