Ancient Greek · ~6 min
Chapter 84
Libanius, Characteres Epistolici 84
Not analysed yet
Ἀναθετική. Δέδοκταί μοι τόδε τὸ πρᾶγμα δια- πράξασθαι; διὸ καὶ τὴν ἐμαυτοῦ βουλὴν ἀνατίθεμαί σοι. ὅθεν τὸ συμφέρον σκοπήσας ἐπίστειλον τὸ πρακτέον. ποθῶ γὰρ ἀεὶ παρὰ τῶν ἐμφρόνων δέχεσθαι γνώμας αἰ γὰρ ἄρισται τῶν φίλων συμβουλίαι καλλίστας ἔχουσι τὰς εὐεργεσίας. 85. Ἀποφαντική. Τὸν ἐμὸν οἰκέτην ἐβουλευσάμην τιμωρήσασθαι δι’ ἢν μοι κατεσκεύασεν ἐπιβουλήν. ὅθεν μή μοι παρακλήσεις προσάγειν περὶ αὐτοῦ πειρῶ. ἀδύ- νατον γάρ ἐστι μὴ τὴν ἐμαυτοῦ βουλὴν εἰς πέρας ἄξειν καὶ τοῦτον πάντη τε καὶ πάντως κολάσαι. 86. Σκωπτική. Κίλικα μέν σε πρὸς ἀπάντων ἀκούω τυγχάνειν τῷ γένει, Ἰνδὸν δὲ σκοπῶν ἐφευρίσκω, κα- θάκερ αὐτὸς ὁ μελάντατος τοῦ σώματος κέκραγε χρώς. 87. Μετριαστική . . . 88. Αὶνιγματική . . . 89. Ὑπομνηστική. Παραγενόμενος ἐν τῷδε τῷ τόπῳ καὶ ἀνερευνήσας τὸν τιμιώτατον ἄνδρα τὸν δεῖνα λέξον ἐξ ἐμοῦ τῷδε τάδε. 90. Λυπητική. Σφόδρα καθ’ ὑπερβολὴν λελύπηκας τόδε τὸ πρᾶγμα διαπραξάμενος. ὅθεν ἰσχυρῶς ἄχθομαι πρὸς σὲ καὶ δυσίατόν τινα λυποῦμαι λύπην. αἱ γὰρ ἐκ φίλων εἰς φίλους γινόμεναι λῦπαι δυσθεράπευτοι λίαν τυγχάνουσι καὶ μείζους τῶν ἐχθρῶν ἔχουσι τὰς ἐπηρείας. 91. Ἐρωτική. Ἐρῶ, ἐρῶ, νὴ τοὺς θεούς, τῆς σῆς εὐπρεποῦς τε καὶ ἐρωτικῆς μορφῆς καὶ ἐρῶν οὐκ αἰσχύ- νομαι. τὸ γὰρ εὐπρεποῦς ἐρᾶν οὐκ αἰσχρόν. εἰ δέ γε καὶ ψέξειέ τις ὅλως ὡς ἐρῶντα, πάλιν ὧς καλῆς ἐφιέμενον ἐπαινέσειεν. 92. Μικτή. Οἶδα μὲν ὡς εὐσεβῶς ζῆς καὶ σεμνῶς πο- λιτεύῃ καὶ τῇ ἀνεπιλήπτου τε καὶ ἁγνῆς πολιτείας ἀρε- τῇ τὸ περιβόητον αὐτὸ τῆς φιλοσοφίας κοσμεῖς ὄνομα· καθ’ ἔν δὲ τοῦτο μόνον σφάλλῃ, καθὸ τοὺς φίλους κα- κῶς λέγεις, ὅπερ ἀποθέσθαι σε χρή. διαβολὴ γὰρ φιλο- σόφοις οὐχ ἁρμόζει.