Ancient Greek · ~1 min
Chapter 104
Libanius, Declamatio I 104
Not analysed yet
Οὕτως ὁ Θεμιστοκλῆς ἐκεῖνος δυοῖν ἀπάταιν |τῇ μὲν ἐτείχισε τὴν πόλιν, τῇ δ’ ἔσωσε τὴν Ἑλλάδα. καὶ μὴν καὶ τοὺς ἰατροὺς ὁρῶμεν τἀς τῶν καμνόντων ἐπιθυμίας ἀπάταις ἀναβάλλοντας. ἤδη δέ που καὶ πρὸς ὑγιαίνοντας τοῦτο ποιοῦμεν, ὅταν ᾖ κρεῖττον τοῦ τἀληθὲς ἀκοῦσαι τὸ παρακρουσθῆναι.