Ancient Greek · ~2 min
Chapter 103
Libanius, Declamatio I 103
Not analysed yet
τίς οὖν πατὴρ ἀπεκήρυξε τὸν αὑτοῦ φάσκων πονηρὸν διὰ Σωκράτην γεγονέναι; τίς οἴκοι καθεῖρξε τὸν υἱόν, ὅπως μηκέτ’ ἀκούοι τῶν δια- φθειρόντων ῥημάτων; οὐδείς. ᾔδεσαν γὰρ τά τε ἄλλα ἃ πρὸς ὑμᾶς νῦν διῆλθον καὶ περὶ τῶν λοιπῶν ἃ δίειμι, τοῦ τε κλέπτειν καὶ τῆς ἱεροσυλίας καὶ τῆς ἀπάτης. ταυτὶ γὰρ οὐκ εἰσάπαξ ἡγεῖτο δεινὰ καὶ τοῖς νόμοις ἐναντία· γίγνεσθαι γὰρ αὐτοῖς παρὰ τῶν πολέ- μων τὸν καιρόν. καὶ στρατηγὸς ἀμείνων ὁ κλέπτων τοῦ δεδιότος μὴ διὰ κλοπῆς νικήσῃ. κἂν ἀπάτην ὥσπερ μηχανὴν προσαγάγῃς τοῖς ἐχθροῖς, ἔννομα δέδρακας.