Ancient Greek · ~2 min
Chapter 106
Libanius, Declamatio I 106
Not analysed yet
ἀλλ’ οἴεσθε Σωκράτην. εἰ κατὰ τῶν πολιτῶν καὶ φίλων παρεκάλει τοὺς νέους, ἐχθρῶν ἂν εἰς ἐχθροὺς ἔργα παρενεγκεῖν νόμῳ πολέμου συνερρωγότων, ὥσπερ οὐχ ἥξοντος αὐτῷ παρὰ τῶν ἀκουόντων ὅτι τῆς συμβουλῆς ἀπᾴδει τὰ παραδείγματα; ἀλλ’, οἶμαι, δεικνὺς ἔστιν οὗ τὴν κλοπὴν τῶν χρησίμων ἐμέμνητο τῶν περὶ τὴν Τροίαν λέγων οὐδὲν καινόν, ἀλλ’ ἃ ποιεῖτε πολεμοῦντες ὑμεῖς <καὶ> Λακεδαιμόνιοι καὶ Ι πάντες ἀπλῶς οἱ ὅταν κατα- σκάπτωσι τῶν πολεμίων πόλεις, οὐδὲ τῶν ἱερῶν ἀπἐ- χονται χρημάτων πᾶν κέρδος τὸ παρὰ τῶν δυσμενῶν ὅσιον κρίνοντες.