Ancient Greek · ~2 min
Chapter 107
Libanius, Declamatio I 107
Not analysed yet
ὁ δὲ Θυέστης καὶ τὸ τοὺς Ἕλληνας ὑπὸ τῶν ὑμετέρων ἐξηπατῆσθαι πατέρων ἐμβέβληται παρὰ τῆς Ἀνύτου πονηρίας εἰδότος ὡς ἀπὸ μὲν τῶν εἰς τοὺς Τρῶας καὶ τὸν ἄρχοντα τῶν Βοιωτῶν οὐκ ἂν δόξαι κακοὺς ἀπεργάζεσθαι τοὺς ἀκούοντας ὁ Σωκράτης, ἀπὸ δὲ τούτων ἃ προστέθεικεν αὐτός. ἀλλὰ καὶ Σωκράτης μέντοι καλῶς, Ἄνυτε, ἠπί- στατο μαχομένοις <ἂν> πρὸς ἄλληλα χρησάμενος δείγμασιν, εἰ τόν τε Ὀδυσσέα καὶ τὸν Θυέστην καὶ Μέλανθον καὶ τοὺς προγόνους ἀναμίξας ὡς ἐξαπατησάντων τοὺς Ἕλληνας οὕτως ἐμνήσθη.