Ancient Greek · ~3 min
Chapter 111
Libanius, Declamatio I 111
Not analysed yet
τὸν ἐπαινοῦντα λῃστείαν <ἢ μοιχείαν> οὐχ ὁρῶμεν ἀπεχόμενον τῶν ἀλλοτρίων ἀγαθῶν, ἀλλὰ τὸν μὲν διακόπτοντα συζυγίας, τὸν δὲ τοίχους διορύττοντα, καὶ ὅλως ἐν τοῖς τοιούτοις ἀκολουθοῦντα τὰ ἔργα τοῖς λόγοις. εἰ δέ τις ἐφ’ ἃ τοὺς ἄλλους ἄγειν ἀξιοῖ, τού- των αὑτὸν ὧς πορρωτάτω φυλάττοι, τὴν ἐκ τῶν λόγων συμβουλὴν τῇ παρὰ τῶν ἔργων λέλυκε τῷ μὲν ἀσθε- νεστέρῳ παρακαλέσας, τῷ κρείττονι δὲ ἀποτρέψας. οἷον εἴ τις ἐπιδιδόναι τῷ δήμῳ χρήματα παραινῶν αὐτὸς φείδοιτο τῶν αὑτοῦ, κεκώλυκε τὴν ἐπίδοσιν οἶς περὶ τῶν ἑαυτοῦ βεβούλευται. εἰ <δέ> τις ἐν μάχη πίπτειν τοῖς ἐναντίοις κελεύων ἐπὶ τοῖς λόγοις τούτοις λείποι τὴν τάξιν, πάντας ἐποίησε δειλοὺς ἔργῳ φοβή- σας μᾶλλον ἢ θρασύνας τῷ λόγῳ. καὶ ὅλως ἐν τοῖς τοιούτοις σύμβουλος Ι πιθανὸς ὁ πρῶτος τῶν πράξεων ὧν ἔχεσθαι συνεβούλευσεν ἁπτόμενος.