Ancient Greek · ~2 min
Chapter 110
Libanius, Declamatio I 110
Not analysed yet
δεί- ξας, ὦ τάν, ἐπιωρκηκότα πολλαχοῦ τὸν ἄνθρωπον καὶ συγχέαντα πίστεις οὕτω φάσκε τοὺς ἄλλους ὑπ’ αὐτοῦ πεπαιδεῦσθαι τῶν θεῶν ὀλιγωρεῖν. καὶ περὶ τῶν λοι- πῶν δὲ ταὐτὸν αἰτιῶν λέγω. δείξας ἱεροσυλήσαντα, κεκλοφότα, βεβιασμένον οὕτω φάσκε πολλοὺς αὑτῷ παραπλησίους εἰργάσθαι. εἰ δὲ τοὺς μὲν λόγους αὐτοῦ φῄς εἶναι πονηρούς, οὐδὲ γὰρ τοῦτο δεικνύεις, τοῖς δ’ ἔργοις οὐκ ἔχεις ἐγκαλεῖν, οἷς ἀνάγκη τὰ βεβιωμένα δοκιμάζειν, τούτοις ἃ τοὺς λόγους αἰτιᾷ συκοφαντῶν ἐλέγχῃ.