Ancient Greek · ~4 min
Chapter 113
Libanius, Declamatio I 113
Not analysed yet
ἀλλ’ οὔτε λόγοις οὔτε ἔργοις οὗτός ποτε πρὸς κακίαν ἡγήσατο τοῖς νέοις, ἀλλ’ οἱ μηδὲν ἐοικότες τούτῳ καὶ γράφονται γραφὰς ἀδίκους καὶ κατηγοροῦσι τὰ ψευδῆ. κἂν ἀναρπάσαι δυνηθῶσι τῶν πολιτῶν τινα, τοῦτο ἡγοῦνται λαμπρὸν ἐρωτῶν- τες, τί ἄν, εἰ περὶ αὐτοῦ ταῦτα λάθρα ἔλεγον, ἐπε- πόνθεσαν. οὐδὲν κακόν, εἴπερ ἐπ’ οὐδενὶ κακῷ, καθά- περ οὐδ’ οὗτος ἐχρῆτο τοῖς λόγοις, ὑπὲρ οὗ καὶ τοῦτ’ αὐτὸ γίγνεται τὸ μὴ λάθρα ποιεῖσθαι τοὺς λόγους. ὡς τοῖς μὲν ἀδικοῦσι καὶ κακουργοῦσιν ἐν σκότῳ οὗ λήσειν ἐλπὶς τὰ τοιαῦτα πράττεται, τοῖς δ’ ἀπλῶς καὶ δικαίως ζῆν αἱρουμένοις ἐν μέσῳ καὶ πάντων ὁρώντων ἅπαντα γίγνεται. 114. Διὸ καὶ θαυμάσαι τις ἂν Ἀνύτου πείθοντος ὑμᾶς δεινότερα τῶν φανερῶν τἀφανῆ νομίζειν. εἰ γὰρ ἃ μὴ κρύπτει, φησί, Σωκράτης, οὕτως ἂν εἴη βλαβερά, τίς ἂν εἴη καὶ τί συμβουλ εὐοῖ ἂν μόνους ἔχων τοὺς ἐραστάς; ποῦ; πότε; τί ταῦτα ἀναισχνυντεῖς, Ἄνυτε; τίς συνουσία Σωκράτους ἔξω τῶν γνωρίμων τόπων; τίς οἴκοι; τίς ἐπ’ ἀγροῦ; τίς ἑτέρωθι;