Ancient Greek · ~1 min
Chapter 115
Libanius, Declamatio I 115
Not analysed yet
ἀλλ’ ἔνα μὴ καὶ τοῦτ’ αὐτὸ |φά- σκων λανθάνειν εἰς ἀδίκημα θῇς, τοσοῦτον ἀπόκριναι· πότερον ταῦτα ἃ κατηγορεῖς, τὰ δῆλα, τὰ πολλοὺς ἔχοντα μάρτυρας βλάπτοντός ἐστι καὶ παρανομοῦντος ἢ οὔ; εἰ μὲν γὰρ οὐδὲν ἂν ἀπ’ αὐτῶν γένοιτο κακὸν οὐδὲ συμβέβηκεν, ὡμολόγηκας συκοφαντεῖν· εἰ δ’ ἔστιν οἷα κατηγορῶν εἴρηκας, πολλὴν ἀνδρίαν, μᾶλλον δὲ ἀπόνοιαν τοῦ Σωκράτους λέγεις.