Ancient Greek · ~6 min
Chapter 135
Libanius, Declamatio I 135
Not analysed yet
ἦν δὲ οὐ ταῦτα πρότερον ἐν τοῖς δικαστηρίοις ἐγκλήματα, τὸ μὴ πλου- τεῖν, τὸ μὴ χρυσὸν κεκτῆσθαι, τὸ μὴ συνεωνῆσθαι γῆν, ἀλλὰ πᾶν τοὐναντίον, ὅτι οὗτος μικρὰ παραλαβὼν παρὰ τοῦ πατρὸς χρημάτων ὄγκον συνείλεκται μέγαν καὶ γεωργεῖ καὶ γέγονεν ἐξαίφνης ὑπὲρ τοὺς πολλούς. τίς οὖν ἡ μεταβολὴ καὶ πόθεν; Σωκράτης δὲ κινδυνεύει μόνος ἀνθρώπων διὰ τὸ τοῖς παροῦσιν ἀγαπῆσαι δοῦναι δίκην. 136. Πονηρῶν δέ, ὦ ἄνδρες, ἔργων διδάσκαλον <αὐτὸν> Ἄνυτος καλῶν καὶ φάσκων ὑμῖν ὑπ’ διεφθάρθαι τοὺς νέους οὐκ ἔσχε |πλὴν Ἀλκι- βιάδου καὶ Κριτίου μνησθῆναι. περὶ ὧν ἐστὶ μὲν ἀπολογεῖσθαι ῥᾴδιον, πάνυ δ’ ἂν αἰσχυνοίμην, εἰ δόξαιμι καταλιπεῖν Ἀλκιβιάδην ἐν κοινωνίᾳ τῆς Κρι- τίου δόξης τοῦ τὰ κοινὰ γνώμῃ βεβλαφότος τὸν πολλὰ μὲν εὖ πεποιηκότα, πάντα δὲ κωλυθέντα, λυπῆσαι δὲ ἠναγκασμένον. πῶς οὖν μοι δοκεῖ; μικρὰ χωρὶς ὑπὲρ ἐκείνου διαλεχθέντα μετὰ ταῦτα συγχωρῆσαι μὲν ἴσην ἀμφοῖν εἶναι τὴν ἀδικίαν, δεῖξαι δὲ οὐδὲν μετὸν τῆς ἀδικίας Σωκράτει. 137. Τί οὖν ἄν τις Ἀλκιβιάδου κατηγοροίη; πότε- ρον ὅτι τὸν Ἀλκμαίωνα καὶ τὸν Ἱππόνικον ἀκούων καὶ προαιρέσεις γενναίας καὶ πράξεις ἐφαμίλλους καὶ Κλεινίαν καὶ μάχας καὶ τελευτὴν ἔνδοξον φρονήματος ἔγεμε δυοῖν οἰκίαιν γνωριμωτάταιν πρέποντος; ἢ ὅτι καλὸν αὐτὸν ἡ μήτηρ ἔτεκε καὶ θαυμαστὸν τὴν ὥραν; ἢ ὅτι τὴν τῶν προγόνων διεδέξατο τάξιν καὶ πρὸς τὸ τὴν πόλιν εὖ ποιεῖν ὥρμησεν; ἢ ὅτι τοὺς ὁμόρους πρὸς τὴν Σπάρτην ἐξεπολέμωσε καὶ τὴν τῆς Ἀττικῆς φθορὰν ἐπὶ τὴν ἐκείνων μετέστησεν; ἢ ὅτι φαυλότερα τῆς ὑμετέρας ἀξίας τὰ ὄντα ἐνόμισε καὶ τὰ ἀπόντα ἐζήτησεν;