Ancient Greek · ~4 min
Chapter 133
Libanius, Declamatio I 133
Not analysed yet
Οὐ λέγει παριών. μετὰ πολλῶν γε Ἀθη- ναίων, δεδωκότος γε τοῦ Σόλωνος, οὐκ ἔχων φύσιν δήμῳ δυναμένην ὁμιλεῖν, ὅ καὶ τῶν ἄλλων πολλοὺς ἰδιώτας τετήρηκεν. ἀλλ’ ἐὰν ἴδῃ νέους πρὶν ὥραν ἥκειν ἐπὶ τὸ βῆμα πηδῶντας, ἐπιλαμβάνεται, κατέχει, τοῖς κοι- νοῖς ἐμμελετᾶν οὐκ ἐᾷ. τοῦτ’ ἴδιον Σωκράτους ἔθος, ᾧ πολλάκις ἐξείλετο τὴν πόλιν κυβερνητῶν ἀπείρων. οὗτος ἀργῶν Ἀθήνησι διαγέγονεν; ἐργαζόμενος μὲν οὖν τὰ πάντων ὠφελιμώτατα, ἐξαιρούμενος δὲ ἀνεπιστημό- νων ῥητόρων τὸ πλῆθος; ἐγὼ δὲ ὅστις μὲν ἠναντίωται τοῖς βλαβεροῖς, εὐεργέτην ἡγοῦμαι τῶν οὐ γευσαμένων τῆς βλάβης· ὃν δ’ εὐεργέτην ἔξεστι προσειπεῖν, πῶς ἔτ’ ἂν ἀργόν τις καλοίη; 134. Τραπεζίτης γὰρ οὐκ ἔστι. κρείττων ἴσως τῶν νέων ἡγεῖσθαι τραπεζίτης. ἀδικεῖ. σὺ δ’ ὅτι μὲν οὐκ εὐπορεῖ, μέμφῃ, τὸ δ’ ὡς πρᾳότατα τὴν πενίαν φέρειν οὐχὶ θαυμάζεις; καὶ Λακεδαιμονίους μὲν ἄριστα πολιτεύεσθαι νομίζεις οὐ φύντος αὐτόθι σοφιστοῦ, τοῦτον δὲ μετ’ ἐκείνων πενόμενον τοῦτο καθ’ ὅ προσ- έοικεν ἐκείνοις ἀδικεῖν λέγεις;