Ancient Greek · ~5 min
Chapter 141
Libanius, Declamatio I 141
Not analysed yet
καὶ ἐῶ λέγειν ἀρμάτων πλῆθος καὶ μεγάλας ὑπὲρ ὑμῶν Ὀλυμπίασι δαπάνας ἀφ’ ὧν δόξαν ὑμεῖς εἰς τὸ κοινὸν ἰσχύος ἐσχήκατε. φανεῖται τοίνυν κἀν τοῖς δευτέροις κυβερνήτου προπετείας, οὐχ ἑαυτοῦ κακίας ὑποσχὼν δίκην καὶ ὅλως τῶν μὲν ἔξω κεκρατηκώς, βασκανίας δὲ τῆς παρ’ ὑμῖν ἡττηθείς, πολὺ δὲ τῶν ἐκβαλόντων αὐτὸν χρησιμώτερος τῇ πόλει. 142. Καὶ ταῦτα διῆλθον οὐκ Ἀλκιβιάδου καὶ Σω- κράτους χάριν μᾶλλον ἢ ὑμῶν καὶ τῆς ὑμετέρας, ὦ Ἀθηναῖοι, δόξης. δεῖ γὰρ ὑμᾶς οὐκ ἀσεβεῖ διηλλάχθαι δοκεῖν, ἀλλὰ τὸν οὐδὲν ἠδικηκότα καταδεδέχθαι. ἔνα δὲ ὅσον περίεστι τῷ νυνὶ κρινομένῳ τῶν δικαίων ἔτ’ ἄμεινον μάθητε, ἔστω μὲν Ἀλκιβιάδης μηδὲν Κριτίου βελτίων, ἴστω δὲ Σωκράτης διδάσκαλος ὁ μηδαμοῦ μηδενὶ τοῦτο ὑποσχόμενος. ἐξεταζέσθω δὲ παρ’ ὑμῖν, εἰ τῆς τῶν οὐκ ἐθελησάντων ἢ μὴ δυνηθέντων γε μαθεῖν κακίας ὁ διδάξαι γε βουληθεὶς ὑπεύθυνος. εἰ γὰρ ὁ μὲν ἔλεγεν ὅ ποιοῦσιν ἂν συνήνεγκεν, οἱ δὲ οὐ προσεῖχον τὸν νοῦν ἑτέρων αὐτοῖς ἀρεσκόντων, τί δεῖ Σωκράτην ἀντ’ ἐκείνων μισεῖν; ὥσπερ ἂν εἴ τις γεωρ- γὸν μηδὲν παραλιπόντα τῶν περὶ τὴν γῆν πόνων, ἀλλὰ καὶ χερσὶ καὶ σκεύεσι καὶ βουσὶ καὶ σπέρμασι καὶ τῷ περὶ ταῦτα νόμῳ χρησάμενον, ἔπειτα μηδ’ ὁτιοῦν παρ’ αὐτῆς κεκομισμένον οὐκ οὔσης ἀγαθῆς αἴτιον τοῦ συμβάντος ἡγοῖτο, ἀλλ’ |ἕτοιμον αὐτῷ καὶ περὶ τῆς αὑτοῦ διεξελθεῖν τέχνης καὶ δεῖξαι τὴν γῆν.