Ancient Greek · ~3 min
Chapter 143
Libanius, Declamatio I 143
Not analysed yet
ὁρῶμεν δὲ κἀν ταῖς ἄλλαις τέχναις τοὺς μὲν παριόντας τὸν διδάσκαλον, τοὺς δὲ πρὸς ἴσον ἐρχομένους, τὸν δὲ ἐλάττω λαμβάνοντα, τὸν δὲ οὐδ’ ὁτιοῦν. ἐντεῦθεν σκυτοτόμου σκυτοτόμος ἀμείνων καὶ τέκτονος τέκτων κἀν τοῖς ἄλλοις ἕτερος ἑτέρου τῶν αὐτῶν τετυχηκότες διδασκάλων. ἔστι γάρ, ὦ Ἀθηναῖοι, βιαιότερον καὶ μᾶλλον ἰσχυρὸν μαθήσεως φύσις. ὅταν ᾖ πονηρά, καθέλκει πρὸς ἑαυτὴν καὶ πᾶσαν παίδευσιν ἀπέφηνε μάταιον. εἰ δὲ μὴ τοῦτο τοιοῦτον ἦν, ἐν ἅπασιν ἂν τοῖς ὁμοτέχνοις τὸ ἴσον τῆς ἐπιστήμης ἔκειτο. εἰ δὲ τῆς φύσεως πανταχοῦ τὸ κράτος ἐχούσης οὐχ οὕτω τοῖς ἀνθρώποις ἐδόκει, ἀλλ’ ἐν ταῖς τῶν φοιτητῶν ἀπειρίαις τοὺς διδασκάλους ἐκόλαζον, κατα- λέλυντ᾿ ἂν αἱ τέχναι μηδενὸς τολμῶντος διδάσκειν ἐπὶ τῷ μὴ κακῶς παθεῖν. ἀλλ’, οἶμαι, τοῖς μὲν διδα- σκάλοις πανταχοῦ χάρις ὀφείλεται, τῶν προσιόντων δὲ τὸ μὴ μαθεῖν ἔγκλημα.