Ancient Greek · ~1 min
Chapter 145
Libanius, Declamatio I 145
Not analysed yet
τολμωμένων οὖν τῶν ἀδικημάτων ἁπάντων μετὰ τοὺς νόμους καὶ τὴν ἐπιζήμιον ἀπεί- θειαν κατεβόησέ τις τοῦ Σόλωνος ἢ κακῶς εἶπε τὸν Δράκοντα καὶ δεινὸν ποιησάμενος τὸ φθῆναι τελευ- τήσαντας πρὸ τοῦ δοῦναι δίκην ἐκέλευσεν ἀχρήστους νομίζειν καὶ λυμεῶνας; οὐδείς. ἀλλὰ τοὺς μὲν σωτῆρας νομίζομεν, τοὺς δὲ παρανομοῦντας κολάζομεν.