Ancient Greek · ~2 min
Chapter 146
Libanius, Declamatio I 146
Not analysed yet
τί δ’ ἄν τις εἴποι περὶ τῶν πολὺ φοβερωτέρων διδασκά- λων, ὑμῶν, ὦ Ἀθηναῖοι, τῶν δικαζόντων; οἱ οὐ λόγῳ συμβουλεύετε τὰ δίκαια ποιεῖν, ἀλλ’ ἔργῳ, δημεύοντες, ἐξελαύνοντες, τοῖς ἕνδεκα παραδιδόντες ἐπὶ θανάτῳ. <ὧν> οὐδὲν οὔτε τοὺς πονηροὺς ἔπαυσεν ἀδικοῦν- τας οὔθ’ ὑμᾶς καταγινώσκοντας, ἀλλ’ οἱ μὲν τή- μερον ἀποθνήσκουσιν, οἱ δὲ τῆς ὑστεραίας ἐπὶ τοῖς αὐτοῖς ἁλίσκονται. καὶ οὐδὲν μήποθ’ εὕρῃ νομοθέτης εἰς τιμωρίαν οὕτω πικρὸν ὅ ποιήσει πάντας δικαίους.