Ancient Greek · ~2 min
Chapter 169
Libanius, Declamatio I 169
Not analysed yet
τούτων ἦν μιμητὴς περὶ τὸ βέλτιον μέρος. οἱ μὲν γὰρ τοῖς σώμασι βοη- θοῦσιν, ὁ δὲ τὴν ψυχὴν ἐπηνώρθου. τοῖς μὲν οὖν τὸ φαυλότερον ἰωμένοις ἔχετε χάριν, καὶ καλῶς ποιεῖτε, τὸν δ’ ὑπὲρ τοῦ τιμιωτέρου πεπονηκότα ἀποκτενεῖτε; καὶ τοῦτο λήψεται μισθόν, ὅτι πάντας Ἀθηναίους ἐβούλετο καλοὺς κἀγαθοὺς εἶναι; καὶ |ὁ μὲν πολλῶν υἱέσιν ἀμείνων ἐγένετο τῶν πατέρων, ὑμεῖς δὲ τοὺς τούτου παῖδας εἰς ὀρφανίαν ἐμβαλεῖτε, μᾶλλον δὲ εἰς ἀτιμίαν; ποῦ γὰρ ἔτι φανοῦνται; ποῦ φθέγξον- ται; ποῦ παρρησιάσονται τῆς τοῦ πατρὸς συμφορᾶς οὐκ ἐώσης;