Ancient Greek · ~2 min
Chapter 168
Libanius, Declamatio I 168
Not analysed yet
μεγάλοι μὲν οὖν αὐτὸν ἐν Ἅιδου περιμένουσι μισθοὶ βίου σώφρονος καὶ κοσμίου, λαβέτω δὲ καὶ παρ’ ὑμῶν, ὦ Ἀθηναῖοι, τοὺς ὀφειλομένους, ὅτι πένης ἄνθρωπος γυναικὶ συνοι- κῶν, παιδία τρέφων, ἐπὶ μὲν τὸ συλλέγειν ἀργύριον καὶ δι᾿ ὧν ἂν ὑπῆρχε τρυφᾶν οὐκ ἐτράπετο, διδάξας δὲ τοὺς ἔνδον ἀνέχεσθαι τῆς τύχης κοινὸς ἐπίτροπος περιῄει τῶν πολιτῶν ζητῶν καὶ πυνθανόμενος, εἰ· τῳ παῖς ὑπὸ μέθης ἢ κύβων ἤ τινος ἄλλου διέφθαρται κακοῦ, καταβοῶν πατέρων ῥᾳθυμούντων, ἐπεγείρων στρατηγοὺς καθεύδοντας, ἐνάγων εἰς φροντίδας ῥήτο- ρας, λυπῶν λύπην τὴν λυσιτελοῦσαν. ἐώρα γὰρ καὶ τοὺς ἰατροὺς ταύτην ἰόντας.