Ancient Greek · ~2 min
Chapter 171
Libanius, Declamatio I 171
Not analysed yet
καὶ αὐτὸς δὲ οὐκ ὀκνήσω μεθ’ ὑμῶν. ἄνδρες Ἀθηναῖοι, φίλον εἰλικρινῆ, χρηστὸν ἄνδρα, σύμβουλον ἀγαθόν, πολίτην δίκαιον, λυπηρὸν μὲν ἐνίοις, συμφέροντα δὲ τοῖς εὐνοοῦσι σώσατε, διατηρήσατε. στρατηγεῖν μὲν οὐκ ἂν δύναιτο, σωφρο- νίζειν δὲ ἐπίσταται. στόλον μὲν ἄγων οὐκ ἂν ἐκπλεύ- σειεν, ἐκπλεῖν δὲ πολλοὺς νέους εἰς ὕβριν οὐκ ἂν ἐῴη. μέγα μὲν ὑμῖν οἱ νόμοι καὶ ἡ τῶν δικαζόντων ψῆφος, μικρὸν δὲ οὐδὲ Σωκράτης τηρῶν πλημμελοῦν- τὰς, μεμφόμενος ἀδικοῦσι, συνεχῆ τινα ταύτην, ὅπερ ἔφην, λειτουργῶν ἤδη λειτουργίαν τῇ πόλει.