Ancient Greek · ~2 min
Chapter 172
Libanius, Declamatio I 172
Not analysed yet
πό- σους |οἴεσθε διὰ τοῦτον ἀμελήσαντας ἂν υἱέων R III 62 ἐπιμεμελῆσθαι; πόσους πολεμήσαντας ἂν ἀδελφοῖς οὐ τολμῆσαι; πόσους κακώσαντας <ἂν> γονεῖς τεθεραπευ- κεναὶ; πρὸ γὰρ τῶν δικαστηρίων ἐφοβοῦντο τὰς ἐπι- τιμήσεις Σωκράτους εἰδότες ὅτι κατήγορον μὲν ἔνι ἐκ- πρίασθαι, λογιστὴν δὲ τοιοῦτον καὶ τῶν δικαίων φύ- λακα τῶν ἀμηχάνων διαφυγεῖν ἢ πεῖσαι σιγᾶν. διὰ τοῦτ’ οὖν ἀποθανεῖται καὶ δώσει δίκην, ὅτι βελτίους ἐν οἶς ἔδακνε καθίστη;